(107)
πρὸς δὲ τὰς ἑλκώσεις τῆς κύστεως ποιεῖ μὲν καὶ τὰ ἐπὶ νεφριτικῶν ἀναγεγραμμένα ποτά, ἁρμόζει δὲ καὶ ταῦτα· ἀγρώστεως τῆς ἐν Παρνασσῷ φυομένης ἡ ῥίζα καὶ τῆς ἄλλης δὲ ἀφεψηθεῖσα ἐν ὕδατι πινομένη, ἀνδράχνης χυλὸς ἐν γλυκεῖ, γάλα γλυκύ, ἐλάτης μυρεψικῆς ἀπόζεμα, κυπαρίσσου φύλλα λεῖα μετὰ σμύρνης ποθέντα.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.