(102)
νεφριτικοὺς δὲ ὠφελεῖ πινόμενα· ἀγαρικοῦ 〈· α′ μετ’ οἴνου κυ′ α′, ἀγχούσης ῥίζης 〈· α′ ὁμοίως, ἀλκυονίου % μετὰ ὕδατος, ἀμώμου 〈· α′ μετ’ οἴνου, ἀμύγδαλα πικρὰ σὺν ὕδατι ἢ ἐκλειχόμενα σὺν ῥητίνῃ τερμινθίνῃ, ἀναγαλλίδος ἢ πολυγόνου χυλὸς σὺν οἴνῳ, σταφίδες ἐσθιόμεναι χωρὶς τῶν γιγάρτων, βουνίου φύλλων καὶ τῆς ῥίζης ὁ χυλὸς ἐπὶ ἡμέρας ιβ′ πινόμενος μετὰ γλυκέος·(103)
κἂν ἕλκος δέ τις ἔχῃ ἐν τῷ καυλῷ καὶ ἐπιδάκνηται, ἐνεργῶς βοηθεῖ τραγακάνθης 〈· β′ βεβρεγμένης ἐν ὕδατι νήστεσιν ἐκλεικτόν.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.