(96)
συνουσίαν δὲ παρορμᾷ καὶ ἐντάσεις ἐργάζεται ὁρμίνου σπέρμα, ξιφίου ῥίζα ἡ ἁδρὰ καὶ ἀνωτέρω παρορμᾷ σὺν οἴνῳ ποθεῖσα, ἡ δὲ ἰσχνοτέρα τοὐναντίον ἐκλύει τὴν ὁρμήν· ὄρχεως 〈τῆς〉 βοτάνης ὁ μείζων βολβὸς μετὰ γάλακτος ποθεὶς ἐντείνει, ὁ δὲ μικρὸς δι’ ὕδατος ποθεὶς ἐκλύει· κνίδης σπέρμα ἀγρίας πινόμενον μετ’ οἴνου, ἄνησσον σὺν οἴνῳ, ἄρου ῥίζα ἑφθὴ ἐσθιομένη, ἡδύοσμον ὁμοίως·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.