(1)
τοὺς χρονίως καυσουμένους τὸν στόμαχον ὠφελεῖ ἅμα καὶ δίψαν παύει γλυκυρρίζης χυλὸς πινόμενος καὶ 〈αὐτὴ〉 ἡ ῥίζα σὺν ὕδατι, ἑλίκων ἀμπέλου ἀπόβρεγμα, ἀνδράχνης χυλὸς καὶ αὐτὴ ἐσθιομένη, σέριδος χυλὸς καταρροφούμενος, πολυγόνου χυλὸς ὁμοίως. ἐπὶ δὲ τῶν ἐξ ἀσθενείας ἀναλαμβανόντων δίψαν παύει κράμβη ἐσθιομένη ἔνωμος, σῦκα ἁπαλά, στρόβιλοι ἐσθιόμενοι, σύμφυτον πετραῖον διαμασώμενον.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.