(103)
ψιλοῖ δὲ τρίχας καταχριόμενα· ἄσβεστος καὶ σανδαράκη μεθ’ ὕδατος ἑψηθέντα μειγνυμένης Κιμωλίας, φρύνου αἷμα, τιθυμάλλου χαρακίου ὀπός· δρυόπτερις σὺν τοῖς φύλλοις καὶ 〈τῇ〉 ῥίζῃ καταπλασσομένη, ἄχρις ἂν ἐξιδρώσωσιν, συνεχῶς ἀλλασσομένου τοῦ καταπλάσματος· κισσοῦ φύλλα καταπλασσόμενα, κυπέριδος Ἰνδικῆς ῥίζα — αὕτη δὲ καὶ παραχρῆμα ψιλοῖ—, λαγωὸς θαλάσσιος λεῖος καταπλασθείς, σαλαμάνδρα ἐλαίῳ συντακεῖσα, πιτυοκάμπαι ψωχθεῖσαι ἐπ’ ὀλίγον καὶ μετὰ μέλιτος καταχρισθεῖσαι, κυάμου λέπυρα καταπλασσόμενα ἢ σκολόπενδρα θαλασσία ἐλαίῳ ἐνεψηθεῖσα.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.