(97)
ἐπὶ δὲ τῶν παιδίων ποιεῖ καλὰς καὶ πυκνὰς 〈τὰς〉 τρίχας ταῦτα· καρύου λέπυρον καὲν καὶ τριβὲν ἐν οἴνῳ καταχριόμενον, στέαρ ὕειον καταχριόμενον, κράμβη ὠμὴ καταπλασθεῖσα, λωτοῦ 〈τοῦ〉 δένδρου φύλλα, σφονδυλίου ῥίζα μετὰ τὸ ἀποσμῆξαι περιχριομένη, ἀπόπατος καμήλου καεῖσα καὶ σὺν ἐλαίῳ καταπλασθεῖσα.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.