(82)
τὰς δὲ ἄφθας καὶ νομὰς θεραπεύει μέλι καὶ ὅσα πρὸς τὰ οἰδαλέα καὶ ἐκσαρκοῦντα τῶν οὔλων ἀναγέγραπται, ἐκ περισσοῦ δὲ καὶ ἰδίως ταῦτα· ἄγνου ἢ κύπρου φύλλα σὺν μέλιτι διατριβόμενα, τριβόλου χυλός, ἀκακίας χυλὸς ὁμοίως, ὑποκιστίδος ἢ ῥοὸς βυρσοδεψικῆς χυλὸς ὁμοίως, ὀμφάκιον, ὀρίγανος, ῥοῦς ὁ ἐπὶ τὰ ὄψα ὡσαύτως·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.