(61)
τοὺς δὲ γεννωμένους σκώληκας ἐν ταῖς χρονίαις περὶ τὰ ὧτα ἑλκώσεσιν ἀποκτείνει· ἀμυγδάλινον ἔλαιον ἐγχεόμενον, καλαμίνθης χυλός, καππάρεως φύλλων χυλὸς ἢ τοῦ καρποῦ χλωροῦ, κεδρία, οὖρον ἀνθρώπινον παλαιόν, ἐλλέβορος λευκὸς λεῖος μετὰ μέλιτος, καὶ τοῖς πρὸς τὰς ἑλκώσεις ἀναγεγραμμένοις χρηστέον.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.