(59)
ὑπατμίζεται δὲ διὰ καλάμου πρὸς ὠταλγίας καὶ ἤχους ἀψινθίου ἀπόζεμα 〈ἢ〉 ὑσσώπου ἢ δαφνίδων ἢ ἀβροτόνου μετ’ ὄξους ἢ διὰ κοχλάκων πεπυρωμένων ἑψηθέν· ἢ θάλασσα θερμή, 〈ἢ〉 θεῖον ἄπυρον ὑποθυμιώμενον· δεῖ δὲ πωμάσαντα τὴν χύτραν καὶ περιπλάσαντα πηλῷ τιτράναι κατὰ μέσον τὸ πῶμα καὶ οὕτως δέχεσθαι εἰς τὴν εὐρυχωρίαν τοῦ ὠτὸς τὸν ἀτμόν· καὶ πυρία δὲ ἁρμόζει πρὸς τὰ ἀλγήματα τοιαύτη· ἐγχέας εἰς ὄξος ἔλαιον κεχλιασμένον ἐν ὠτεγχύτῃ καὶ περιθεὶς ἔριον μηλωτίδι 〈ἐν〉απόβαπτε θερμῷ τῷ ὄξει καὶ θερμὸν κάθες 〈εἰς τὸ οὖς〉 τὸ ἔριον, μέχρι ἀνέχεται.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.