(241)
πυρίαι δὲ ἰσχιάδος καὶ τῶν ἄλλων ἀλγημάτων ἱκανῶς ἐνεργοῦσι· βοὸς νομάδος πρόσφατον ἀπόπατον ἐνειλήσας φύλλοις καὶ θερμάνας ἐν θερμοσποδιᾷ ἐμπλάσας 〈τε〉 εἰς ὀθόνιον ἐπίθες· ἅλες φρυκτοὶ ἐν σάκκῳ ἢ κέγχρος 〈ἢ〉 ἀμφότερα μιγέντα ἢ ἔλυμος ὁμοίως, ἢ πίτυρα ἑφθὰ σὺν δάφνης φύλλοις καὶ ἅλμῃ ἢ θαλάσσῃ ἢ μελικράτῳ ὁμοίως εἰς σάκκον βαλλόμενα ἐκ πυκνοῦ πεποιημένου ῥάκους.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.