(238)
κλυσμοὶ δὲ ἁρμόζουσιν ἐπὶ ἰσχιαδικῶν γάρος 〈ὁ〉 ἐξ ἰχθύων ταριχηρῶν καὶ σιλούρων, ἴρεως ἀπόζεμα, Κενταυρείου τοῦ λεπτοῦ, κολοκυνθίδος, ἀριστολοχείας ῥίζης ὁμοίως ἐν ὕδατι, θλάσπιος σπέρμα λεῖον ἐνεθὲν ἢ καὶ ἑψηθὲν ἐν ὕδατι, λεοντοπετάλου ῥίζα ἀφεψηθεῖσα ἐν ὕδατι, ἅλες ἢ νίτρον σὺν μελικράτῳ, ἅλες σὺν πτισάνης χυλῷ· σπάρτον θαλάσσῃ βρέξας ἐφ’ ἱκανὰς ἡμέρας, εἶτα ἐγκόψας καὶ χυλίσας ἔνες — αἷμα δὲ ἄγει —, κολοκυνθίδος ἐντεριώνη ἐν πιτύρων ἀφεψήματι ἀποβραχεῖσα.(239)
μετὰ τὸ κλύσαι ποιεῖ τὸ διὰ τοῦ νάπυος μέχρι πυρώσεως ἐντιθέμενον, μεθ’ ὃ κηρωτὴ τοιαύτη· κηροῦ ⩚α′, κυπρίνου ⩚γ′, ὀποπάνακος Γο β′ [ἐν ἄλλῳ Γο α′ ].Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.