(224)
τὰς δὲ προπτώσεις τοῦ δακτυλίου στέλλει περιχριόμενα· ἀκακίας χύλισμα, βάτου χυλὸς καὶ τὰ φύλλα καταπλασσόμενα, ἀναγαλλὶς ἡ τὸ κυάνεον ἄνθος ἔχουσα καταπλασθεῖσα — ἡ δὲ ἐρυθρὰ ἐρεθίζει καὶ ἐκτρέπει —, κηκῖδος ἀφέψημα ἢ Κυδωνίων ἢ μυρρίνης ἢ σιδίων ἐγκαθεζόμενον ἢ ὀξὺκρατον· λιβανωτίδος φύλλα καταπλασσόμενα, Κυδώνια ἑφθὰ λεῖα ἐπιτιθέμενα, μυρσίνη ὁμοίως καταπλασσομένη, [ἢ] νάρκη θαλασσία προστιθεμένη, οἰνάνθη 〈ἡ〉 ἀπὸ τῆς ἀγρίας ἀμπέλου ἢ κύπρου φύλλα καταπλασσόμενα.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.