(217)
τὰ δὲ κονδυλώματα στέλλει ἐλαίας ἄνθη μεθ’ ὕδατος καταπλασσόμενα, ἀλόη σὺν γλυκεῖ καταχριομένη, βαλλωτῆς φύλλα καταπλασθέντα, βάτου φύλλα 〈ὁμοίως〉 καὶ ὁ χυλὸς 〈δὲ〉 καταχριόμενος καὶ σὺν ῥοδίνῃ κηρωτῇ ἐπιτιθέμενος· πενταφύλλου ῥίζα καταπλασθεῖσα, κύπρου φύλλα ὁμοίως, κυπαρίσσου φύλλα ὁμοίως σὺν ἀλφίτῳ, καὶ τῷ ἀφεψήματι δὲ αὐτοῦ πυρία·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.