(204)
πρὸς δὲ φαγεδαίνας ποιεῖ μὲν ὅσα καὶ πρὸς κακοήθη καὶ πονηρευόμενα ἕλκη ἀναγέγραπται, ἁρμόζει δὲ καὶ ταῦτα· ἀσφοδέλου ῥίζα μετ’ ἐλαίου ἑψηθεῖσα καὶ καταπλασθεῖσα, κνίδης φύλλα μετὰ ἁλῶν, ἅλες σὺν μέλιτι καὶ ἀλφίτῳ καέντες ἐν ὀθονίῳ, μέχρις ἀνθρακωθῶσιν·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.