(178)
πυρίκαυτα δὲ ἐν ἁρχῇ ὠφελεῖ, ὥστε εἰ παραχρῆμά τις χρήσαιτο μηδὲ φλυκταινοῦσθαι· μέλαν γραφικὸν ἐν ὕδατι καταχριόμενον, στυπτηρία ὑγρά, μόρων φύλλα σὺν ἐλαίῳ, ναρκίσσου ῥίζα σὺν μέλιτι, ἀκτῆς φύλλα λεῖα, ἀρκτίου φύλλα καὶ ὁ καυλὸς καὶ αἱ ῥίζαι σὺν οἴνῳ ἑψηθέντα, φλόμου ῥίζαι καὶ φύλλα ἑψηθέντα ὁμοίως, ἐλαίας φύλλα ἑφθά, ἅλες σὺν ἐλαίῳ καταπλασθέντες, ἀνδρόσαιμον λεῖον, ἀρνογλώσσου φύλλα, ὑπερικοῦ φύλλα πρόσφατα, μολόχη λεία ἑφθὴ καὶ ὠμὴ καταπλασθεῖσα·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.