(175)
ἥλους δὲ αἴρει βατράχειον ἐπιπλασθὲν προαποξυσθέντος ἐπὶ βραχὺ τοῦ ἥλου· ἀκριβῶς δὲ ἐπιτιθέναι δεῖ τὰ κύκλῳ μέρη στέατι ἢ κηρῷ περιπλάσσοντας· διεσθίει γὰρ καὶ τὰ ἀπαθῆ· αἴρει δὲ πρὸς ὀλίγον καταπλασθὲν τὸ βατράχειον καὶ θύμια καὶ ἀκροχορδόνας, αἴρει 〈καὶ〉 σμαρίδος ταριχηρᾶς κεφαλὴ καεῖσα, ἰτέας φλοιὸς πρόσφατος καεὶς καὶ μετ’ ὄξους ἐπιτεθείς, [καὶ] λάδανον σὺν ὀλίγῳ καστορίῳ, μελάνθιον σὺν οὔρῳ, σίλφιον μετὰ κηροῦ καὶ τύλους αἴρει ἢ ὀπὸς τοῦ σιλφίου σὺν ῥητίνῃ· σαύρας κεφαλὴ λεία ἐπιπλασθεῖσα ἢ ὀπὸς ξηρὸς συκῆς· σαύρας αἷμα πρόσφατον ἐπισταζόμενον ἢ ἐρίῳ διάβροχον ἐπιτιθέμενον· Ἀμμωνιακὸν νήστει σιέλῳ ἀναμαλάξας καὶ ἀποξυσθέντος ἐπὶ ποσὸν 〈τοῦ ἥλου〉 ἐπιτίθει.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.