(165)
τὰς δὲ κατὰ τὰ νεῦρα τρώσεις ἀφλεγμάντους τηρεῖ καταπλασσόμενα· κόκκος βαφικὴ λεία σὺν ὄξει καὶ μέλιτι, κραταιόγονον λεῖον, κρίνου ῥίζα ἑφθὴ ἐν οἴνῳ λεανθεῖσα, οἰνάνθη ὁμοίως, ὀπὸς σιλφίου μετά τινος τῶν θερμαντικῶν ἀποζεμάτων ἐπιτιθέμενος· νευράδος, ἣν καὶ ποτίρριον καλοῦσιν, ῥίζα· ἄγχουσα καταπλασθεῖσα.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.