(161)
πρὸς δὲ τὰ ἐν μυκτῆρσιν ἕλκη ποιεῖ ἀμόργη ἐλαίου ἑφθὴ διαχριομένη, λύκιον ὁμοίως καὶ 〈μάλιστα〉 τὸ Ἰνδικὸν οἴνῳ ἀνεθὲν καὶ διαχριόμενον, σανδαράκη σὺν ῥοδίνῳ γλοιοποιηθεῖσα· λιθράγυρος, λιβανωτός, στυπτηρία σχιστή, ψιμύθιον, ἴσα σὺν οἴνῳ καὶ ῥοδίνῳ.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.