(159)
πολύπους δὲ ἐξεσθίει προελκωθέντας δρακοντίου ῥίζα καταχρισθεῖσα καὶ ὁ χυλὸς αὐτῆς διαχριόμενος, ἐλελίσφακος καταπλασσομένη, κυπαρίσσου σφαιρία κοπέντα καὶ σύκου σαρκὶ ἀναλημφθέντα καὶ καταπλασσόμενα καὶ ἐντιθέμενα· ὀπὸς σιλφίου μετὰ ἰοῦ ἢ χαλκάνθου, 〈κόπρος〉 κυνεία λευκὴ ὄξει λειοτριβηθεῖσα καὶ διαχριομένη ἢ ἐγχυματιζομένη ποιεῖ ἄκρως.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.