(151)
ῥήσσει δὲ τὰ φύματα θαψίας χυλὸς μετὰ θείου καταχριόμενος, ναρκίσσου ῥίζα σὺν μέλιτι καὶ αἰρίνῳ ἀλεύρῳ καταπλασθεῖσα, πρόπολις, θέρμοι μετ’ ὄξους ἑφθοὶ καταπλασθέντες· σικύου ἀγρίου ῥίζα ἀναλημφθεῖσα ῥητίνῃ τερμινθίνῃ, καππάρεως ῥίζα ὁμοίως, νίτρον μετὰ ζύμης ἢ σύκων, ἅλες ὁμοίως, κανθαρὶς ἀναλημφθεῖσα ῥητίνῃ.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.