(153)
καὶ σκληρίας 〈δὲ〉 μαλάσσει λίθος πυρίτης κεκαυμένος ἀναλημφθεὶς ῥητίνῃ τερμινθίνῃ, [ἢ] διφρυγὲς ὁμοίως, Ἄσκιος λίθος ὁμοίως, λύκιον ὁμοίως· μόρου τοῦ δένδρου χυλός — ἐγκόπτεται δὲ ἰσχυρῶς ἡ ῥίζα καὶ τῇ ὑστεραία εὑρίσκεται 〈ὁ〉 ἐπίπαγος —, ξιφίου ῥίζα σὺν ὀξυμέλιτι, ὀνόβρυχις καταπλασσομένη, ὄξος θερμὸν καταντλούμενον· σπόγγος ὄξει διερός, μάλιστα ἐπὶ τῶν ἀναίμων ἀποστημάτων·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.