(144)
δοθιῆνας δὲ συμπέσσει ταχέως καὶ ῥήσσει· ὁρμίνου σπέρμα ἢ τὰ φύλλα μετὰ ἀλφίτου καταπλασθέντα, ναρκίσσου ῥίζα λεία μετὰ ἀλεύρου καὶ ἐλαίου, ἄλες σὺν στέατι βοείῳ καὶ σταφίδι, ὀρίγανον σὺν σμύρνῃ καὶ ἁλσὶν καὶ ἰξὸς σὺν ῥητίνῃ 30 καὶ κηρῷ ἴσοις τακείς· κάρδαμον σὺν ἄλμῃ, χαλβάνη καθ’ ἑαυτήν, τερμινθίνη ὁμοίως, λάδανον ὁμοίως, πρόπολις ὁμοίως·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.