(118)
ἀλφοὺς δὲ λευκοὺς καὶ λεύκας αἴρει ἐν ἡλίῳ καταχριόμενα ἢ σμώμενα ἐν βαλανείῳ· δρακοντίου χυλός, ἄρου ῥίζα σὺν ὄξει καὶ ἀλεύρῳ κριθίνῳ, καππάρεως χυλὸς ὁμοίως, πήγανον σὺν κηρωτῇ καὶ πεπέρει, συκῆς μελαίνης κράδαι καὶ ἀκρεμόνες ἁπαλαὶ λεῖαι καταπλασθεῖσαι, καὶ τὰ φύλλα δὲ ὁμοίως· τεύτλου φύλλα καὶ ἡ ῥίζα καταπλασθεῖσα, τηλεφίου φύλλα καταπλασσόμενα ἐπὶ μῆνας γ′, ἑκάστης ἡμέρας ἐπὶ ὅρας ϙ′·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.