(90)
πρὸς δὲ τὰς συλλήμψεις ἐνεργεῖ ποτά· κραταιόγονον καὶ ὁ καρπὸς αὐτοῦ ὑπό τε τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς πινόμενον ἐπὶ ἡμέρας μ′, ἢ σταφυλίνου καρπός, καὶ ἡ ῥίζα 〈δὲ〉 ἐσθιομένη, φύλλου καρπὸς καὶ ἡ ῥίζα, ἱέρακος κόπρος ἐν γλυκεῖ πινομένη ὑπὸ τῆς γυναικὸς πρὸ τῆς συνόδου.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.