(9)
τοὺς δὲ ναυτιῶντας καὶ πλαδῶντας ὁμοίως τὸν στόμαχον καὶ ἐξεμοῦντας ἵστησι πινόμενα· ἄλφιτα σὺν οἴνῳ, ἀμύγδαλα γλυκέα πρόσφατα σὺν τῷ λέπει ἐσθιόμενα, ἀγρώστεως τῆς ἐν Παρνασσῷ σπέρμα, κύμινον Αἰθιοπικόν, ἀνήθου σπέρμα· πολυγόνου χυλός, καὶ κιχόριον ἐσθιόμενον καὶ σέρις, καὶ ὁ χυλὸς πινόμενος·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.