(78)
προστιθέμενα δὲ ἔμμηνα ἄγει καὶ τὰ ἐκ τόκων καὶ ἔμβρυα· οἴσυπος ἐν ἐρίῳ οἰσυπηρῷ προστεθεὶς ἐπὶ ἡμέρας γ′, ἄκινος καὶ τὸ σπέρμα αὐτῆς, μανδραγόρου ῥίζα ξυσθεῖσα ὡς κολλούριον καὶ προστεθεῖσα, ἐλλέβορος μέλας καὶ λευκός, κνίδης φύλλα μετὰ σμύρνης λεῖα, ἄμωμον, ἀμύγδαλα ἢ ἀμυγδάλινον 〈ἔλαιον〉 σὺν οἴνῳ, ἀνεμώνη λεία, ἀριστολοχεία μετὰ σμύρνης, βδέλλιον, δαφνίδες λεῖαι, ἐλατήριον σὺν μέλιτι, ἐρυθροδάνου ῥίζα ὁμοίως·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.