(77)
ἐπιτεταμένως δὲ ἄγει, ὥστε καὶ ἔμβρυα ἐκτινάσσειν πινόμενα σὺν οἴνῳ ἢ μελικράτῳ, ὥσπερ εἴρηται· πρασίου χυλὸς ἐπὶ ἡμέρας γ′ καὶ τὸ ἀπόζεμα, περικλυμένου καρπός, πηγάνου ἀγρίου σπέρμα, πτέρεως ῥίζα, βρυωνίας ῥίζης 〈· β′ μεθ’ ὕδατος — ταράσσει δὲ τὴν διάνοιαν —, Ἀμμωνιακοῦ 〈· α′, σαγαπηνὸν ὁμοίως, ὀπὸς ἢ ὀπόφυλλον σὺν σμύρνῃ καὶ πεπέρει, ὀποπάναξ ὁμοίως·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.