(72)
πινόμενα δὲ τὰς χρονίους φλεγμονὰς καὶ τὰ ἀλγήματα τῆς ὑστέρας παύει· Αἰθιοπίδος ῥίζης ἀφέψημα, γλυκυσίδης κόκκοι ιε′ μεθ’ ὕδατος, πάνακος Ἀσκληπιαδείου φύλλα, ἀκόρου ῥίζα, Κενταυρείου τοῦ μεγάλου ῥίζα, ἄμωμον, ἀρκευθίδες, ἀριστολοχείας τῆς δακτυλίτιδος ῥίζα μετὰ σμυρνίου σπέρματος, βαλσάμου καρποῦ 〈· α′ μετὰ μελικράτου, γερανίου ῥίζης 〈· α′ ἐν μελικράτῳ, κέστρου φύλλων 〈· α′ μετὰ ὑδρομέλιτος, τριφύλλου καρπὸς καὶ τὰ φύλλα ὁμοίως.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.