(59)
καταπλασσόμενα δὲ ὠφελεῖ ἡπατικούς· χαμαίπιτυς μετὰ κωδυῶν ἑφθῶν ξηρῶν κεκομμένων, κρίθινον ἄλευρον μετὰ σύκων, ἀλθαίας ῥίζα ἐν οἴνῳ ἑψηθεῖσα, φοινικοβάλανοι ἑφθαὶ λεῖαι σὺν κηρωτῇ, ἀψίνθιον σὺν κυπρίνῃ κηρωτῇ καὶ Κελτικῇ νάρδῳ, Ἀμμωνιακὸν ἀναλημφθὲν ὄξει καὶ κηρωτῇ στυφούσῃ. ἐπὶ δὲ τῶν προσφάτων τῆλις σὺν λινοσπέρμῳ καὶ γύρει καὶ μελικράτῳ, μῆλα Κυδώνια μετὰ ἀλεύρου κριθίνου καὶ τήλεως ἡψημένα.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.