(54)
ἐγκαθίσματα δὲ ἐπὶ κοιλιακῶν καὶ δυσεντερικῶν ἐστι ταῦτα· γάρος σιλούρων ἢ ἰχθύων μετ’ ὄξους κραθείς, ῥοὸς βυρσοδεψικῆς ἀφέψημα, ῥοᾶς λεπῶν ἀφέψημα, στεμφύλων ὁμοίως, καὶ πάντα τὰ τῶν στυφόντων ἀφεψήματα. ἁρμόζει δὲ θερμοῖς ἐγκαθέζειν ἐπανιέντας τὸν δακτύλιον καὶ ἐγχρονίζοντας καὶ διαστέλλοντας τὰ πυγαῖα.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.