(49)
ἐν προσφορᾶς δὲ μέρει ὠφελίμως δίδονται κοιλιακοῖς καὶ δυσεντερικοῖς μολόχαι ἄναλτοι ὡς μίλητος, ἐλαῖαι πρόσφατοι πέπειροι· ἢ αἷμα τράγου ἢ αἰγὸς καὶ ἐλάφου καὶ λαγωοῦ ἀπὸ τηγάνου ἐσθιόμενον 〈ὀπτόν〉· σταφυλὴ ἐκ στεμφύλου, ἀσταφίδες ὀμφακίτιδες κοπεῖσαι καὶ σὺν ἀλεύρῳ ἀρτοποιηθεῖσαι καὶ ἄρτος μετὰ ᾠοῦ λεκίθων φυραθεὶς καὶ ὀπτηθείς, καὶ αὐτὴ δὲ ἡ ἀσταφὶς ἐσθιομένη σὺν τοῖς γιγάρτοις·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.