(43)
καταπλασσόμενα δὲ ὠφελεῖ τοὺς στροφουμένους· κύμινον λεῖον ἱκανὸν μιγὲν ὀροβίνῳ ἀλεύρῳ ὠμῆς λύσεως τρόπον. ὠφελεῖ δὲ καὶ τοῦτο· κάρυον βασιλικὸν πυρωθὲν σὺν τῷ κελύφει καὶ περιειληθὲν ἐρίῳ ἢ ὀθονίῳ καὶ ἐπιτεθὲν κατὰ τοῦ ὀμφαλοῦ, πίτυρα σὺν πηγάνου ἀποζέματι καὶ ὄξει, τῆλις ἢ λινόσπερμον σὺν μελικράτῳ, τέφρα θερμὴ βληθεῖσα εἰς τρυβλίον καὶ ζεσθεῖσα 〈ἐν〉 ὄξει· δεῖ δὲ περιτιθέντας ὠμόλινον διπλοῦν περικαθάπτειν τὸ τρυβλίον τῷ ἀλγοῦντι μέρει.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.