(39)
δυσπνοίας καὶ ἄσθματα καὶ ὀρθοπνοίας 〈ὠφελεῖ〉 ποτά· ἀβροτόνου δραχμὴ σὺν ὕδατι χλιαρῷ, ἀδιάντου ἀφέψημα σὺν ὕδατι, περικλυμένου δραχμὴ ἐπὶ ἡμέρας μ′ σὺν οἴνῳ, κνίδης καρπὸς σὺν μέλιτι, ἀλώπεκος πνεύμονος ξηροῦ 〈· γ′ σὺν μελικράτῳ, βρυωνίας ῥίζης χυλοῦ δραχμὴ μετὰ μέλιτος, Ἀμμωνιακοῦ 〈· α′ σὺν ὀξυμέλιτι, ἀναγύρου φύλλων 〈· α′ ἐν γλυκεῖ, ἀριστολοχείας 〈· α′ τῆς ῥίζης μετὰ μέλιτος ἐκλειχομένη·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.