(3)
χολὴν 〈δὲ〉 γεννῶντας μέλαιναν καὶ ἐμφυσωμένους στόμαχον καὶ ἔντερα ὠφελεῖ γλήχωνος ἀπόζεμα ἢ ἀπόβρεγμα πινόμενον, καὶ ὕδωρ τὸ ἀπὸ τοῦ πεπυρωμένου σιδήρου. ἁρμόζουσι δὲ καὶ σπόγγοι ἐξ ὄξους ἐπιτιθέμενοι, 〈καὶ〉 μάλιστα κατὰ τὴν ἐμφύσησιν τῶν ἐντέρων καὶ τῆς διανοίας τὴν παρατροπήν.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.