(37)
ἐπὶ δὲ τῶν λεγομένων ἀναφορικῶν ἄγει τὰ ἐκ θώρακος σκίλλη ὀπτὴ σὺν μέλιτι ἐκλειχομένη, σκόροδον ἑφθὸν καὶ ὀπτὸν 〈ἐσθιόμενον〉 καὶ τὸ ἐξ αὐτοῦ μυττωτόν, πευκεδάνου ῥίζης ὀπὸς ἐκλεικτός, πράσον κεφαλωτὸν καὶ πόδες ὕειοι συνεψόμενοι ῥοφήμασιν, ἢ πόλιον ὁμοίως· στοιχάδος ἀφέψημα, συμφύτου πετραίου ἀφέψημα σὺν μελικράτῳ, σῦκα ξηρὰ βρωθέντα σὺν ὑσσώπῳ καὶ τὸ ἀπόζεμα αὐτῶν μετὰ ὑσσώπου, χρυσοκόμης ἀφέψημα μετὰ ὑσσώπου.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.