(22)
κοινῶς δὲ πρὸς πάσας περιόδους καὶ ῥίγη ποιεῖ κινοῦντα ἱδρῶτας· σμυρνίου σπέρμα μετ’ οἴνου, ὀπὸς σιλφίου ἀγρίου καὶ ἡμέρου 〈σὺν〉 μέλιτι ἑφθῷ περιχριόμενος καὶ καταπινόμενος, πηγάνου ἀγρίου καὶ ἡμέρου σπέρμα σὺν οἴνῳ, ἀριστολοχείας ῥίζης 〈· α ′ σὺν οἴνῳ, σμύρνης ὅσον κυάμου 〈μέγεθος〉, πέπερι σὺν οἴνῳ, ἴριδος 〈· β′ σὺν οἴνῳ, ἱπποσελίνου σπέρματος 〈· α′ μετ’ οἴνου, ὑπερικοῦ ὁμοίως·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.