(160)
πρὸς δὲ μύκητας ποιεῖ ἀλεκτορίδων ἄφοδος σὺν ὀξυκράτῳ, ἀριστολοχείας 〈· α′ μετ’ οἴνου, κονία 〈ἡ〉 ἐκ κλημάτων ἢ ἐξ ἀχράδος τοῦ δένδρου ποθεῖσα, καὶ συνεψόμενα δὲ τοῖς μύκησιν αἱ ἀχράδες καὶ τὰ φύλλα αἴρουσι τὸ πνιγῶδες αὐτῶν· ἀψίνθιον μετ’ ὄξους, μέλι ἐκλειχόμενον καὶ πινόμενον σὺν ὕδατι, μελισσόφυλλον σὺν νίτρῳ, νίτρον ἢ κονία ἢ ἅλες σὺν ὄξει·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.