(156)
λαγωοῦ δὲ θαλασσίου ποθέντος βοηθεῖ ποθὲν γυναικὸς γάλα ἢ ὄνου, κεδρία σὺν γλυκεῖ ἢ οἴνῳ, κεδρίδες ἐσθιόμεναι, κυκλαμίνου ῥίζα σὺν οἴνῳ, μολόχης τῶν καυλῶν 〈ἀφέψημα〉 σὺν τῇ ῥίζῃ, ἐλλεβόρου μέλανος ἢ σκαμμωνίας 〈· α′, ῥοαὶ ἐσθιόμεναι οἰνώδεις καὶ οἱ πυρῆνες· οὐδὲν δὲ τῶν ἰχθύων ὑπομένουσι προσφέρεσθαι, εἰ μὴ καρκίνους ποταμίους, καὶ τούτους μόνους πέσσουσιν.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.