(142)
πρὸς δὲ τοὺς κώνειον πεπωκότας ἔλαιον ἴρινον ἢ ἀψίνθιον σὺν οἴνῳ πινόμενον πολλῷ, καρδάμωμον ὁμοίως, κινναμώμου 〈 α′ σὺν οἴνῳ, ἀκρατοποσία, ὄξος θερμόν, ἔλαιον ἀμαράκινον, πηγάνου ἀγρίου σπέρμα, στύραξ σὺν οἴνῳ, πέπερι σὺν κνίδης σπέρματι καὶ οἴνῳ, ὀπὸς σιλφίου σὺν ἐλαίῳ καὶ γλυκεῖ.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.