(134)
βδέλλας δὲ τὰς προσφυομένας παρισθμίοις καὶ καταπόσει καὶ στομάχῳ ἀποβάλλει ἄλμη καταρροφουμένη, ὄξος, ὀπὸς σιλφίου μετὰ ὄξους ἀναγαργαρισθεὶς ἢ καταρροφούμενος ἡ ὀπόφυλλον, ἢ χάλκανθος σὺν ὄξει ἀναγαργαρισθείς, ἢ χυλὸς ἀναγαλλίδος πινόμενος, ἢ ὄξος δριμὺ μετὰ θύμου λεάναντες πινέτωσαν, ἢ νίτρῳ καὶ ἁλσὶν σὺν ὕδατι ἀναγαργαριζέσθωσαν.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.