(130)
συγχριόμενα δὲ κωλύει θηρία προσάγειν καὶ διώκει· ἀλθαίας καρπὸς μετὰ ἐλαίου καὶ ὄξους, δαφνίδες σὺν ἐλαίῳ καὶ ὄξει, χαλβάνη καὶ κεδρίδες σὺν ἐλαφείῳ μυελῷ ἢ στέατι, πάνακος Ἀσκληπιαδείου καρπὸς καὶ ἄνθη σὺν ἐλαίῳ καὶ ὀπῷ· μολόχης φύλλοις λείοις σὺν ἐλαίῳ ἀλειψάμενος ἄπληκτος ὑπὸ σφηκῶν καὶ μελισσῶν. διαμένει. ποιοῦσιν καὶ κάμπαι αἱ ἐπὶ τῶν λαχάνων σὺν ἐλαίῳ συγχριόμεναι λεῖαι.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.