(14)
πέψεις δὲ ποιεῖ ἀγαρικὸν διαμασώμενον καὶ καταπινόμενον ἀπὸ δείπνου χωρὶς τοῦ ἐπιρροφεῖν τι, ἀλόης 〈· α′ σὺν ὕδατι καὶ πρὸ τροφῆς, ἀρκευθίδες λεῖαι σὺν οἴνῳ, μήλων ἀπόβρεγμα, ξυλοβαλσάμου ἀπόζεμα μετὰ σεσέλεως, ἢ νάρδου Κελτικῆς μετὰ ὀξυδίου λημφθέν, σχοίνου ἄνθους ἀπόζεμα μετὰ ῥόδων ἄνθους πινόμενον, σέσελι πινόμενον.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.