(95)
πίνεται δὲ πρὸς ἀσυλλημψίαν ἡμιόνειος πόα, μιγέντος αὐτῇ ἐξ ἡμιόνου ὁπλῆς τοῦ ἐντός, πτέρεως ῥίζα μετὰ γλυκέος πινομένη, θηλυπτερίδος ὁμοίως· ἐπιμηδίου ῥίζα πινομένη ἐν οἴνῳ, ἰὸς σιδήρου, ἰτέας ἄνθη καὶ τὰ φύλλα, κράμβης ἄνθη πινόμενα μετ’ οἴνου μετὰ τὴν σύλλημψιν, λαγωοῦ πυτία μετὰ τὴν ἄφεδρον ποθεῖσα ἐπὶ ἡμέρας γ′, λεύκης φλοιὸς μετὰ τὴν κάθαρσιν σὺν ὀξυκράτῳ νήστεσιν·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.