(104)
βράδιον δὲ ποιεῖ αὔξεσθαι τὰς ἐπὶ τῶν ἀνήβων τρίχας καταχριόμενον ἀμπέλου δάκρυον σὺν ἐλαίῳ καὶ τὸ ἀπὸ τοῦ χλωροῦ κλήματος καιομένου ἱδρούμενον ὑγρόν, κυάμινον ἄλευρον καταπλασσόμενον, ὑακίνθου ῥίζα μετὰ γλυκέος ἢ οἴνου λευκοῦ καταπλασθεῖσα.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.