(90)
τὰ δὲ καταπινόμενα ὀστέα ἢ ἀκάνθας καὶ ἐμπηγνύμενα τῷ στομάχῳ κομιεῖ στέαρ ἡμίεφθον ἐνάψας λίνῳ κατατρήσας, ἀναγκάσας τε καταπιεῖν, καὶ μετὰ τοῦτο ἀνασπάσας ῥόθιον διὰ τοῦ ἀπηρτημένου λίνου· εἴωθε γὰρ συνεφέλκεσθαι τὸ ἐρηρεικὸς ἢ πεπηγός. δύναται δὲ καὶ διὰ σπογγίου ἁπαλοῦ ἢ ἐρίου ἢ κρεαδίων ἐντετμημένων τὸ αὐτὸ γενέσθαι· δεῖ δὲ σὺν ὕδατι καταπίνειν, ἢ ἄρτου ἁπαλοῦ τὸ ἐντὸς διδόναι καταπίνειν, ἢ σῦκα ξηρὰ μεμασημένα.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.