(87)
συναγχικοὺς δὲ ὠφελεῖ ὅσα δύναται ἀποσπᾶν ὑγρασίαν· χαλᾶται γὰρ οὕτως ἡ ξηρασία καὶ ἡ πύκνωσις τῶν μερῶν. ἔστι δὲ 〈ταῦτα〉 ἀναγαργαριζόμενα· ὕσσωπον μετὰ σύκου ἐν ὕδατι ἡψημένον, λιβανωτὸς σὺν γλυκεῖ καὶ μέλιτι ἢ ὀξυμέλιτι, ῥαφάνου σπέρμα λεῖον σὺν ὀξυμέλιτι, σινήπεως ἐδωδίμου κύαθοι δύο σὺν μέλιτος θερμοῦ κυάθῳ ἑνί.(88)
〈καὶ〉 διαχριόμενα δέ χελιδόνων κεκαυμένων σποδιὰ σὺν μέλιτι, χολὴ βοεία σὺν μέλιτι.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.