(78)
πρὸς δὲ τὰ οἰδοῦντα τῶν οὔλων καὶ ἐκσαρκοῦντα ἢ σηπόμενα ἁρμόζει διακλυζόμενα καὶ διακρατούμενα· ἀνδράχνης χυλός, ἀστραγάλου ῥίζης ἀπόζεμα ἐν οἴνῳ, ἐλαίας κολυμβάδος ἅλμη, ἔλαιον ὠμοτριβὲς καὶ μήλινον καὶ σχίνινον διακρατούμενα, σμύρνα σὺν οἴνῳ καὶ ἐλαίῳ, κεδρία σὺν ὄξει ἢ ἀμόργῃ, κηκῖδος ἀπόζεμα, κοκκυμηλέας φύλλα ἐν οἴνῳ ἑψηθέντα, κυτίνων ἀπόζεμα, μόρων φλοιοῦ καὶ φύλλων ἀπόζεμα, ὄξος σκίλλινον.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.