(67)
ζῴου δὲ ἐμπεσόντος εἰς τὸ οὖς ἐνσταζόμενα ἀναβιβάζει ταῦτα· μολόχης χυλός, Κενταυρείου ἀφέψημα μετὰ ὄξους, πευκεδάνου ὀπός, ἀψινθίου χυλός, ὀπὸς σκαμμωνίας μετὰ νίτρου καὶ ὕδατος, ἐλατήριον, 〈ῥαφάνου〉 χυλῷ νίτρον ἀναλημφθέν, θεῖον ἄπυρον σὺν ὄξει, χολὴ μυὸς καὶ βατράχου διειμέναι ὄξει, πράσου χυλὸς σὺν μέλιτι, θεῖον διεθὲν ἀφθόρου παιδίου οὔρῳ.Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.