(63)
ἤχους δὲ τοὺς περὶ τὰ ὧτα ὠφελεῖ σῦκον λεῖον ἀναλημφθὲν σὺν σινήπει καὶ νίτρῳ καὶ ἐντεθὲν καὶ ἐαθὲν ἐπὶ ἡμέρας 〈ε′〉, ἐλλέβορος μέλας ξυόμενος καὶ ἐντιθέμενος ἑκάστης ἡμέρας νεαρός· ἢ δάφνινον καὶ ἀμυγδάλινον, ἑκάστου ἴσον, καστορίου ὀλίγον, ὄξους σταλαγμοὺς τρεῖς τρίψας ἐν τῷ αὐτῷ 〈ἀγγείῳ〉 καὶ χλιάνας ἔνσταζε·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.