(56)
ὑπώπια δὲ αἴρει καὶ πελιώματα καταπλασσόμενα· ἄνησσον σὺν μέλιτι Ἀττικῷ, ὁμοίως ὀρίγανον, ῥαφάνου φλοιός, σάμψουχον, ταῦτα σὺν μέλιτι· σκόρδιον κεκαυμένον σὺν μέλιτι, βρυωνίας ῥίζα σὺν οἴνῳ ἐπιχριομένη, βολβὸς μετὰ λεκίθων ᾠοῦ καταπλασσόμενος, ἀψίνθιον ὁμοίως· ἄλευρον κυάμινον ἢ αἴρινον, κυμίνου σπέρμα μετὰ ἁλῶν καὶ ἐλαίου, θάλασσα πυριωμένη, θαψίας χυλὸς ἐπιχριόμενος πρὸς βραχύ, καὶ ἡ ῥίζα 〈δὲ〉 σὺν κηρωτῇ·Euporista vel De simplicibus medicinis. Dioscorides Pedianus. ed. Max Wellman. Berlin. 1914.
Funding provided by Center for Hellenic Studies.